Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(52) ἐπὶ δὲ δυσεντερικῶν ἁρμόζει μὲν καὶ τὰ πρὸς κοιλιακοὺς ἐνέματα, ἰδίως δὲ ἐπὶ τῶν περιωδυνούντων· βούτυρον καθ’ ἑαυτὸ πρόσφατον, ἢ μολόχης ἢ τήλεως ἢ λινοσπέρμου ἢ χόνδρου ἢ πτισάνης ἢ ὀρύζης ἢ τράγου ἑψηθέντων καὶ τορυνηθέντων ὁ χυλός. ἐπὶ δὲ τῶν δίχα ἀλγηδόνος ῥευματιζομένων

ἁρμόζει ἅλμη μετὰ οἴνου, κέρας ἐλάφειον κεκαυμένον σὺν οἴνῳ λεῖον, πομφόλυξ σὺν οἴνῳ καὶ ῥοδίνῳ, ἀρρενικὸν σὺν χάρτῇ κεκαυμένον διπλασίονι καὶ οἴνῳ·

μολύβδου σκωρία ἢ μολύβδαινα μετὰ μυρσινίνου, ἄσφαλτος σὺν πτισάνῃ τακεῖσα, στοίβης ἀπόζεμα σὺν οἴνῳ, γάρος ὁ ἀπὸ τῶν ἰχθύων ἐνιέμενος ἐπὶ τῶν μετὰ νομῆς καὶ ὁ ἀπὸ τῶν σιλούρων, κονία συκίνη στακτή, οὖρον παλαιόν, κυάμου Ἑλληνικοῦ τοῦ λέπους τὸ ἀφέψημα σὺν αἰγείῳ στέατι, Λυσιμαχείου χυλός, λωτοῦ ἢ φηγοῦ πρισμάτων ἀφέψημα σὺν αἰγείῳ στέατι, μελισσοφύλλου χυλός, μίλτος Σινωπικὴ σὺν ἀποζέματι στύφοντι ἢ ὀξάλμῃ.