Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(50) καταπλάσσεται δὲ πρὸς κοιλιακοὺς καὶ δυσεντερικοὺς ὠφελίμως ἀγριελαίας ἄνθος σὺν ὠμῇ λύσει χλιερᾷ, βάτου φύλλα σὺν μήλῳ Κυδωνίῳ καὶ κηρωτῇ, μυρσίνης φύλλα λεῖα σὺν οἴνῳ καὶ ὀμφακίνῳ ἐλαίῳ γλοιώδη γενόμενα καὶ ἐν ἐρίῳ ἐπιτιθέμενα, κρίθινον ἄλευρον σὺν οἴνῳ καὶ βάτῳ ἢ ἀχράσιν ἢ σιδίοις ἢ Κυδωνίων ἄνθεσιν, καὶ σὺν κηρωτῇ δὲ τὰ τῶν Κυδωνίων ἄνθη·

ῥοᾶς λέπη ἡψημένα ἐν οἴνῳ λεῖα σὺν κηρωτῇ, ῥοῦς βυρσοδεψικὴ σὺν κηρωτῇ, φοινικοβάλανοι ἢ αἱ καρυωτίδες σὺν μήλῳ Κυδωνίῳ καὶ κηρωτῇ, οἰνάνθη ἢ στυπτηρία σὺν ἀλόῃ καὶ ἀκακίᾳ καὶ φοίνιξιν καὶ ἀειζώου σπέρματι, περιστερᾶς κόπρος ξηρὰ σὺν σύκοις ἡψημένοις ἐν οἴνῳ· ἢ μελάνθιον σὺν κυμίνῳ καὶ θέρμοις πικροῖς καὶ νίτρῳ καὶ μέλιτι, ἢ κάρδαμον σὺν σιδίοις ἑφθοῖς καὶ κηρῷ καὶ ἀμόργῃ.