Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(4)ἐπὶ δὲ τῶν λυγμῶν ἁρμόζει πινόμενα· ἀλύσσου τῆς

πόας ἀφέψημα, καὶ αὐτὴ κρατηθεῖσα, ἀνήθου σπέρμα πινόμενον καὶ ὀσφραινόμενον, ἀριστολοχείας ῥίζα μεθ’ ὕδατος, ἄσπληνος πόα μετ’ ὀξυκράτου, ἡδυόσμου κλωνία 〈τρία〉 σὺν ῥοᾶς ὀξείας χυλῷ, καστόριον σὺν ὄξει, κύμινον σὺν ὄξει, ῥᾶ σὺν ὕδατι, σισυμβρίου τῆς καρδαμίνης λεγομένης χυλὸς καὶ τὸ σπέρμα, πταρμικοῦ προσαγωγή.

τὸν δὲ διὰ ψῦχος λυγμὸν λύουσιν ἄκραι χεῖρες εἰς θερμὸν ὕδωρ καθιέμεναι, ὕδατος θερμοῦ καταρρόφησις, σπόγγος ἐκ ζεστοῦ ὕδατος προσαγόμενος τῷ στομάχῳ, ἔλαιον Σικυώνιον ἀνατριβομένων τῶν ἄκρων.