Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(35) πλευριτικοὺς δὲ ὠφελεῖ πινόμενα· ἀγαλόχου 〈· α′ μεθ’ ὑδρομέλιτος, Αἰθιοπίδος ῥίζα ἐν μελικράτῳ ἑψηθεῖσα, ἀκόρου ῥίζης 〈· α′ μετὰ τριφύλλου καρποῦ τοῦ ἴσου ὁμοίως, Κενταυρείου ῥίζης 〈· α′ ὁμοίως, ἀβροτόνου ἀπόζεμα μεθ’ ὑδρομέλιτος, σαγαπηνοῦ 〈· α′ ὁμοίως, κνίδης σπέρμα σὺν μέλιτι ἐκλειχόμενον, βρυωνίας ῥίζα σὺν μέλιτι ὁμοίως, ὑπερικοῦ σπέρμα ποθὲν σὺν ὕδατι, ὑὸς ἄφοδος ἀνεθεῖσα ὕδατι καὶ ποθεῖσα καὶ τὰ

λίαν χρόνια ἀλγήματα λύει, ἀριστολοχείας ῥίζα ποθεῖσα μετὰ ὕδατος, ἄρου ῥίζα ἑφθὴ ἐσθιομένη, δρακοντίου ὁμοίως, ἀσφοδέλου ῥίζα μετ’ οἴνου. ἐπὶ δὲ τῶν κεχρονισμένων βαλσάμου καρποῦ δραχμὴ σὺν μελικράτῳ, Κενταυρείου τοῦ μεγάλου 〈· β′ τῆς ῥίζης σὺν οἴνῳ, λευκακάνθης ῥίζης χυλοῦ κυ′ α′ σὺν μελικράτῳ, ῥίζα πευκεδάνου ἐκλειχομένη σὺν μέλιτι, πετροσελίνου ὁμοίως·

πηγάνου ἀπόζεμα 〈ἢ〉 ἀνήθου ἢ στοιχάδος ἢ συμφύτου σὺν μελικράτῳ, τριφύλλου καρπὸς καὶ τὰ φύλλα σὺν μελικράτῳ, τραγορίγανος ἀποβρεχθεῖσα καὶ περιπνευμονικοὺς ὠφελεῖ μετὰ ὑδρομέλιτος, ψευδοβουνίου κλωνία τρία ὁμοίως, σαγαπήνου 〈· α′ μετὰ πηγάνου ἀποζέματος. καταπλασσόμενα δὲ ὠφελεῖ τοὺς πλευριτικούς·

κρίθινον ἄλευρον σὺν μελιλώτῳ καὶ κωδύαις μήκωνος ἑψηθὲν ἐν μελικράτῳ, χαλβάνη ἢ ῥητίνη τερμινθίνη ἐπιτεθέντα καθ’ ἑαυτὰ ἀντὶ μαλάγματος, ῥίζα κράμβης καεῖσα σὺν τοῖς καυλοῖς, ἀναλημφθείσης τῆς τέφρας ὀξυγγίῳ παλαιῷ καὶ ἐπιτεθείσης, κυπάρισσος σὺν πηγάνου φύλλοις, σαγαπηνὸν ἀναλημφθὲν κηρωτῇ μυρσινίνῃ, πράσιον ὁμοίως, τέφρα κληματίνη σὺν ὀξυγγίῳ, κυπαρίσσου φύλλα ἁπαλὰ καὶ σῦκα καὶ ὀξύγγιον ἴσα, ἢ θαψίας χυλῷ τὸν θώρακα κατάχριε πρὸς ὀλίγον.

μάλιστα δὲ ποιεῖ ἐπὶ τῶν περιπνευμονικῶν κώδιον περιχρισθὲν πίσσῃ ὑγρᾷ, καὶ θείου ἀπύρου καταχρισθέντος καὶ ἐπικαταπασθέντος τῇ πίσσῃ, καὶ ἐπιτεθέν· δεῖ δὲ τὰ μέσα τοῦ κωδίου χρίειν, ἵνα μὴ διαρρέῃ ἡ πίσσα. καὶ ὁ τῶν σωματεμπόρων δὲ δρώπαξ ὠφελεῖ καταχριόμενος, καὶ κονία ἀσβέστου ὄξει γλοιωθεῖσα καὶ ἀναλημφθεῖσα κηρωτῇ κυπρίνῃ, 〈καὶ〉 σπύραθοι αἴγειαι σὺν ὄξει μιγέντος ὀποῦ Μηδικοῦ ὀλίγου.