Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(33) ὑποθυμιώμενα δὲ ὠφελεῖ χρονίας βῆχας καὶ διὰ καλαμίνου σίφωνος καὶ ἄμβικος τετρημένου κατὰ τὸν πυθμένα, δι’ οὗ καὶ ὁ σίφων καθιέμενος ἀναπέμπει εἰς τὸ στόμα τὸν ἀτμόν· ἀρσενικὸν 〈καὶ〉 σανδαράκη λεῖα βραχέντα ὕδατι καὶ ἐμπλασθέντα τῷ τετρημένῳ ἄμβικι, περιτιθεμένου τῷ πυρὶ τοῦ ἄμβικος·

βηχίου φύλλα θυμιώμενα, θεῖον ἄπυρον, κάλαμος ἀρωματίτης καθ’ ἑαυτὸν καὶ σὺν ῥητίνῃ τερμινθίνῃ, πρόπολις, σανδαράκη σὺν ῥητίνῃ [ἢ] τερμινθίνῃ, ἄσφαλτος, λιβανωτὸς σὺν ῥητίνῃ, σκίλλα ξηρά, ἐρύσιμον, ἔλαιον κέδρινον, Κενταυρείου ῥίζα, μαράθου καρπός.