Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(29) αἵματος δὲ ἀναγωγὴν θεραπεύει πινόμενα· ἀγαρικοῦ τριώβολον ἐν οἴνῳ, ἀδιάντου χυλὸς καταρροφούμενος σὺν ὄξει ὅσον κύαθος α′, κἂν ἐκ διαστημάτων ἢ πάλιν, ἢ πολυγόνου χυλός, ἢ ἀειζώου ἢ ἀρνογλώσσου χυλὸς ὁμοίως, ἢ βάτου, ἢ ἀνδράχνης, ἢ ἑλίκων ἀμπέλου, ἢ βαλαύστιον σὺν ὀξυκράτῳ, ἢ ἡδυόσμου χυλὸς καθ’ ἑαυτὸν καὶ σὺν ὀξυκράτῳ ἢ ὕδατι· περικλυμένου χυλοῦ τριώβολον μετὰ ὕδατος, κυπαρίσσου σφαιρία σὺν ὕδατι λεῖα πινόμενα, Λυσιμάχειος πόα καὶ ὁ χυλὸς αὐτῆς, μυρίκης καρπὸς λεῖος καὶ ὁ φλοιὸς αὐτῆς, νάρθηκος ἐντεριώνη, οἰνάνθη ξηρά.