Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(27)ἵστησι δὲ ἱδρῶτας ἐπὶ τῶν διαφορουμένων καταπασσόμενα· γῆ Σαμία, γύψος, λιθάργυρος, κηκίς, σχιστή, μυρρίνη, θεῖον ἄπυρον, ἔλαιον τὸ ἐξ ἀγριελαίας, μυρσίνινον, τερμίνθινον, οἰνάνθινον, ῥόδινον, μήλινον, σχίνινον.

καταχριόμενα δὲ ἵστησιν μάννα καὶ ἄμυλον σὺν ᾠοῦ τῷ λευκῷ, ἢ βολβὸς λεῖος σὺν πεπέρει καὶ κνίδης σπέρματι καὶ κηρῷ ὀλίγῳ καὶ κόμμει καὶ ὀνώνιδος σπέρματι καὶ νίτρῳ ὀλίγῳ.