Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(25)μειγνύμενα δὲ κόπους ὠφελεῖ· ἅλες, νίτρον, ὀνοβρυχίς, σισύμβριον, χαμαιλέων, Ἀμμωνιακόν, πράσιον, ὀρίγανον, καππάρεως ῥίζα, σικύου ἀγρίου ῥίζα, τέφρα κληματίνη, ὄστρακον

ἀπὸ ἴπνου, ἀριστολοχεία σὺν πάλῃ, ὀποβάλσαμον, χαλκὸς κεκαυμένος, λεπὶς χαλκοῦ καὶ τὰ δριμέα ἀρώματα· βολβοὶ λεῖοι καταχριόμενοι σὺν πεπέρει καὶ Ἀμμωνιακῷ ἢ κηρωτῇ ὑγρᾷ κυπρίνῃ· Κομανικὸς λίθος εἰς ἔλαιον ἀποτριβόμενος καὶ συγχριόμενος.