Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(164)ὑδραργύρου 〈δὲ〉 ποθείσης ἁρμόζει γάλα πινόμενον· ἐμείτω δὲ αὐτό· καὶ τὰ πρὸς λιθάργυρον δὲ ἀναγεγραμμένα ποιεῖ. ἄκρως δὲ βοηθοῦνται χρυσοῦ ἐλασμάτιον μικρόν τι καταπίνοντες περιφερές· περιχωνεύεται γὰρ τῷ χρυσῷ διὰ συγγένειαν καὶ συνολισθαίνει διὰ τῆς ἕδρας.

ὅσα διὰ πείρας ἡμῖν, ὦ φίλτατε Ἀνδρόμαχε, τῶν ἁπλῶν φαρμάκων ἐν δυσὶ τόμοις συνειλοχότες ἀπεστάλκαμέν σοι.