Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(153)βουπρήστεως δὲ λημφθείσης δίδου ἔλαιον χλιαρόν, ἰσχάδας τρίψας καὶ ἑψήσας 〈σὺν〉 οἴνῳ δίδου πιεῖν· ἢ γάλα σὺν φοίνιξι λείοις, ἀχράδας ξηρὰς πολλὰς σὺν οἴνῳ λείας, γάλα βόειον νεαρόν· [ἔλαιον χλιαρόν] οὖρον γυναικεῖον ἁρμόζει πινόμενον καὶ ἐξεμούμενον.