Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(135) πρὸς δὲ τὰ θανάσιμα κοινῶς ἁρμόζει ἔλαιον πινόμενον ἢ βούτυρον χλιαρόν, ὅταν ἔλαιον μὴ παρῆ· ἐμείτω δὲ 〈ὁ〉 πιών· ἀεροτόνου 〈· α′, κόνυζα μετ’ οἴνου καὶ σταφυλίνου σπέρματος, κέστρου φύλλων 〈β′ σὺν οἴνῳ, καὶ προπινόμενα δὲ δυσαλώτους ποιεῖ·

λογχίτιδος τῆς πόας ἀπόζεμα σὺν οἴνῳ, κεδρόμηλα λεῖα ἐν οἴνῳ, μίλτου Λημνίας 〈· α′, νάρδου Κελτικῆς 〈. β′, νάρθηκος ἐντεριώνη, νηρίου τοῦ ῥοδοδένδρου τὰ ἄνθη, σιλφίου ὀπός, ἱπποποτάμου ὄρχις, ὀποπάναξ σὺν ἀριστολοχείᾳ,

πάνακος Ἀσκληπιαδείου καρπὸς καὶ τὰ ἄνθη, καὶ τῆς Κειρωνίου ῥίζαι· τούτων ἕκαστον σὺν οἴνῳ· πολίου ἀφέψημα τῆς ῥίζης, πευκεδάνου ὀπὸς καὶ ἡ ῥίζα, πίσσα ὑγρὰ 〈μετὰ μέλιτος〉 ἐκλειχομένη, πρασίου χύλισμα σὺν οἴνῳ, σαγαπηνὸν ὁμοίως.