Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(132) ἐνδέματα καὶ ἀντιπαθῆ ἱστορεῖται ὠφελεῖν πρὸς σκορπιοπλήκτους· ἡλιοτροπίου τοῦ μεγάλου τοῦ σκορπιούρου 〈καλοθμένου〉 ἡ ῥίζα περιαπτομένη. νεκροῖ δὲ σκορπίον ἀκόνιτον προσαχθέν — διεγείρει δὲ ἐλλέβορος λευκός , ἀκάνθης λευκῆς σπέρμα περιαπτόμενον. θηρία 〈δὲ〉 διώκει λίθος ὀφίτης περιαπτόμενος· ἀπόνους ποιεῖ μυελὸς ἐλάφειος περιχριόμενος, ὀξαλίδος ῥίζα προστεθεῖσα, φιλεταιρίου ῥίζα περιαοθεῖσα ὑπό σκορπίου κωλύει ὅλως τι πάσχειν.

(133) κώνωπας δὲ οὐκ ἐᾷ προσέρχεσθαι συγχριόμενον ἀψίνθιον σὺν ἐλαίῳ. θυμιώμενα δὲ κόνυζα, κυπαρίσσου σφαιρία καὶ κόμη καὶ πρίσματα, βόλβιτον.