Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(130) συγχριόμενα δὲ κωλύει θηρία προσάγειν καὶ διώκει· ἀλθαίας καρπὸς μετὰ ἐλαίου καὶ ὄξους, δαφνίδες σὺν ἐλαίῳ καὶ ὄξει, χαλβάνη καὶ κεδρίδες σὺν ἐλαφείῳ μυελῷ ἢ στέατι, πάνακος Ἀσκληπιαδείου καρπὸς καὶ ἄνθη σὺν ἐλαίῳ καὶ ὀπῷ· μολόχης φύλλοις λείοις σὺν ἐλαίῳ ἀλειψάμενος ἄπληκτος ὑπὸ σφηκῶν καὶ μελισσῶν. διαμένει. ποιοῦσιν καὶ κάμπαι αἱ ἐπὶ τῶν λαχάνων σὺν ἐλαίῳ συγχριόμεναι λεῖαι.