Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(123)〈πρὸς δὲ〉 σκολοπένδρης καὶ μυγαλῆς 〈δήγματα ποιεῖ〉 καταπλασσόμενα· ἅλες σὺν πίσσῃ καὶ κεδρίᾳ καὶ μέλιτι, σκόροδον μετὰ συκῆς φύλλων καὶ κυμίνου, καλαμίνθης φύλλα,

κριθὴ κεκαυμένη σὺν ὄξει, σκόροδον καὶ ἀκρεμόνες συκῆς καὶ φύλλα μετὰ ὀροβίνου ἀλεύρου καὶ οἴνου. πρὸς δὲ τὴν μυγαλῆν αὐτὴ ἡ μυγαλῇ ταχέως τριβεῖσα σὺν οἴνῳ καὶ ἐπιτεθεῖσα. πίνεται δὲ κοινῶς πρὸς ἀμφότερα ἀψίνθιον σὺν οἴνῳ, ἡδυόσμου ἀπόζεμα σὺν οἴνῳ.