Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(113)λυσσοδήκτους δὲ ὠφελεῖ τὸ αἷμα τοῦ λυσσῶντος κυνὸς ποθὲν καὶ τὸ ἧπαρ αὐτοῦ ὀπτηθὲν καὶ βρωθέν, καρκίνων ποταμίων ὀφθαλμοὶ φωχθέντες καὶ μετὰ ὕδατος ποθέντες

κυ′ α′, ἢ καὶ ὅλων καέντων τῆς τέφρας 〈· α′ ἢ δ′· Γεντιανῆς 〈· α′ καὶ ἀμπέλου λευκῆς τῆς τέφρας 〈· β′ σὺν οἴνῳ λευκῷ ἐπὶ ἡμέρας γ′ πινόμενα, καὶ ὁ κυνόδους δὲ τοῦ δακόντος κυνὸς ἐνδεθεὶς εἰς κυστίδα καὶ περιαφθεὶς βραχίονι·

ὠφελεῖ καὶ λύκιον ποθέν, ἢ ἀριστολοχείας καὶ Γεντιανῆς καὶ δαφνίδων καὶ σμύρνης, ἴσον ἑκάστου ἀναλαβὼν δίδου πιεῖν ἢ καὶ ἐπὶ τὸ δῆγμα ἐπιτίθει· βάτραχοι σκευασθέντες καὶ ἐσθιόμενοι, πυτία κυνὸς ἐν ἑψήματι. καταπλάσσειν δὲ δεῖ ἐπὶ τῶν λυσσοδήκτων τὰ τραύματα τοῖς δυναμένοις τηρεῖν ἐφ’ ἱκανὸν 〈φλεγμαίνοντα〉 τὰ ἕλκη καὶ μὴ ἐᾶν ταχέως ἐπουλοῦσθαι· βέλτιον δέ εἰ καὶ ἐπὶ παντὶ εἰς αὐτὰ τὰ κυνόδηκτα παραλαμβανόμενον σκόροδον καθ’ ἑαυτὸ ἢ καὶ σὺν μέλιτι·

κνίδης φύλλα σὺν ἁλσὶν ἢ μέλιτι, κρόμυον μεθ’ ἁλὸς ἢ πηγάνου, σίλφιον μεθ’ ἁλὸς ἐπιπαττόμενον λεῖον, ἢ ὀπὸς σιλφίου καταπλαττόμενος· τάριχος πᾶν, τέφρα κληματίνη σὺν ἐλαίῳ, ἢ σκόρδιον, ἀκτῆς φύλλα σὺν ἁλσίν, ἀμύγδαλα πικρὰ σὺν μέλιτι, βαλλωτῆς φύλλα ἢ ἀρνογλώσσου σὺν ἁλσίν, ἡδύοσμον ὁμοίως·

κάρυα βασιλικὰ σὺν κρομύῳ καὶ ἁλσὶν καὶ μέλιτι, μελισσόφυλλον μεθ’ ἁλῶν, μυάκων σάρξ, νίτρον σὺν ὑείῳ στέατι, ὀρόβινον μετὰ μέλιτος, οὖρον ἀνθρώπειον καταντλούμενον, πήγανον σὺν ὄξει, πυροὶ ὠμοὶ μασηθέντες καὶ ἐπιτεθέντες, σικύου ἡμέρου φύλλα σὺν οἴνῳ, ὀπὸς συκῆς ἐπισταζόμενος ἢ συκῆς φύλλα ἢ κράδαι ἁπαλαὶ σὺν μέλιτι· [τέφρα κληματίνη σὺν ἐλαίῳ] τέφρα συκίνη σὺν κηρωτῇ, ὑὸς ἄφοδος σὺν ὄξει ἑψηθεῖσα, καὶ τὸ Περσικὸν μῆλον μασηθὲν καὶ ἐπιτεθέν.