Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(112)οὐρητικὰ δέ ἐστι καὶ τὰ παραδιδόμενα μὲν πρὸς δυσουρίας καὶ λιθιῶντας, καὶ ταῦτα δὲ πινόμενα σὺν οἴνῳ ὠφελεῖ δυσουροῦντας, καὶ ἐφ’ ὧν οὖρα κινῆσαι βουλόμεθα ὡς ἐπὶ ὑδρωπικῶν καὶ ἰκτερικῶν· ἀκάνθης λευκῆς ῥίζης 〈· α′, ἀκάνθου τοῦ καὶ παιδέρωτος καλουμένου ῥίζα ὁμοίως, ἀκόρου ῥίζα, τριφύλλου καρπὸς καὶ ὁ χυλὸς αὐτῆς καὶ τὸ ἀπόζεμα, ἀρκτίου ῥίζα καὶ τὸ ἀφέψημα αὐτῆς·

[σαρκίους καὶ προσωπίας ἢ φιλάνθρωπος ἢ σκορδονίου ὃν Ῥωμαῖοι πίσων] ἀκακίας τὸ σπέρμα ἄριστα ποιεῖ λιθιῶσιν μετὰ πεπέρεως καὶ οἰνομέλιτος [Ἀρεταῖος ἐν τοῖς νεφριτικοῖς ἔγραψεν], ἢ νάρδου Συριακῆς ῥίζα [τριφύλλου καρπός], δαύκου ῥίζα καὶ τὸ σπέρμα, λιβανωτίδος καρπός, τραγορίγανον καὶ 〈ὁ〉 χυλὸς ὀριγάνου καὶ πετροσελίνου, ἶρις, σελίνου καρπός, κρῆθμον, πηγάνου ἀγρίου σπέρμα, κνίδης σπέρμα, ἀλθαίας τῆς ῥίζης ἀφέψημα, βρυωνίας ῥίζης λευκῆς ἢ μελαίνης 〈· α′, καὶ ὁ ἀσπάραγος 〈αὐτῆς〉 ἐσθιόμενος·

ἀμπελόπρασα ἐσθιόμενα, ἄνησσον πινόμενον, ἄνηθον, ἄρου

ῥίζα ξηρὰ ἐν οἰνομέλιτι καὶ ἑφθὴ ἐσθιομένη, καὶ δρακοντίου ὁμοίως· ἀρκευθίδων ἀφέψημα καὶ αὐταὶ 〈δὲ〉 λεῖαι πινόμεναι σὺν οἴνῳ, ἀσφοδέλου ῥίζης 〈· α′ σὺν οἴνῳ, ἄσαρον ὁμοίως, ἀστραγάλου ῥίζα, βαλσάμου καρποῦ 〈· α′ μετὰ γλυκέος, τριχομανές, ὑακίνθου ῥίζα, ὑπερικόν, χαμαιδάφνη 〈καὶ δάφνη〉 Ἀλεξανδρίνη, γιγγίδιον, δίκταμνον, βάλανοι δρύιναι ἐσθιόμεναι καὶ τὸ ἀφέψημα αὐτῶν, Ἑλενίου ἀφέψημα, ἐλελισφάκου ἀφέψημα·

ἐρέβινθοι ἐσθιόμενοι καὶ τὸ ἀφέψημα αὐτῶν, ἐρυθρόδανον, ἐχῖνος θαλάσσιος, θέρμου ῥίζης ἀπόζεμα, θρίδαξ ἑφθὴ ὡς λάχανον ἐσθιομένη, [ἢ] θύμος ἢ θύμβρα, ἱππουρίδος φύλλα καὶ ἡ ῥίζα, ἰτέας ὀπός, καπνὸς ὁ ἐν ταῖς κριθαῖς βρωθεὶς χολὴν δι’ οὔρων ἄγει· καλαμίνθης ἀπόζεμα, κάχρυ, κισσὸς αἷμα ἄγει· κόστος, κρόκος καὶ ἡ ῥίζα μετ’ οἴνου γλυκέος, κρόμυα ἑφθά, λιγυστικοῦ ῥίζα καὶ ὁ καρπός, λίθοι οἱ ἐκ σπόγγων, μαλαβάθρου φύλλα, μελάνθιον. ξιφιδίου ῥίζα ἡ ἄνῳ·

κόρεως καρπὸς σὺν οἴνῳ, ὁλοσχοίνου καρπός, ὀνοβρυχίς, ὀρίγανον, οὖρον λυγγὸς λεῖον ἐν ὕδατι, αἰγὸς οὖρον ὁμοίως μετὰ νάρδου στάχυος, περικλυμένου φύλλα, πέπερι, πήγανον, πίτυος φλοιός, πόλιον, πράσιον, πράσον ἑφθόν, ῥάφανος καὶ τὸ σπέρμα, ῥητίνη πᾶσα, μάλιστα δὲ σχινίνη· σέλινον ὠμόν τε καὶ ἑφθὸν καὶ τὸ σπέρμα αὐτοῦ, σιδηρῖτις ἡ καὶ Ἡρακλεία, σίνων, ἄσαρον, σκίλλης ὀπτῆς 〈· α′ σὺν ὀξυμέλιτι, σόγχου ῥιζα καὶ ὁ καρπός, στρουθίου ῥίζα· ἰσχυρῶς οὐρητικοί εἰσιν στρόβιλοι ἐσθιόμενοι.