Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(111)ἐπὶ δὲ παιδίων λιθιώντων καὶ πρὸς ψωριώσας κύστεις ἁρμόζει δάφνης ῥίζης τοῦ φλοιοῦ 〈· α′ μετ’ οἴνου εὐώδους, κοτυληδόνος ῥίζα καὶ ἡ πόα ἐσθιομένη, καρδαμώμου 〈· α′ μετὰ δάφνης ῥίζης τοῦ φλοιοῦ 〈· α′ σὺν οἴνῳ, κόμμι τὸ ἐξ ἀμυγδαλῆς πικρᾶς ἢ ἀμπέλου ἢ κοκκυμήλων μετὰ γλυκέος, 〈ὀξαλίδος〉 ῥίζα ἑφθὴ ἐν οἴνῳ, ἐξωνύχου καρπὸς λεῖος·

λίθοι οἱ ἀπὸ τῶν σπόγγων λεῖοι μετ’ οἴνου, οὖρον ταύρου πινόμενον, παρθενίου τῆς λευκανθέμου καλουμένης ἡ πόα, παλιούρου σπέρμα, ἄμωμον ἐσθιόμενον — τοῦτο δὲ καὶ τὰ λιθογόνα ὕδατα καθαίρει

συνεψόμενον —, σισυμβρίου ἀπόζεμα, στρουθίου ῥίζα σὺν πάνακι καὶ καππάρεως ῥίζῃ καὶ ἐξουρεῖν 〈τὸν λίθον〉 ποιεῖ, πολίου ἀπόζεμα, λίθος Ἰουδαικὸς τριβόμενος σὺν ὕδατι καὶ πινόμενος·

σκολοπένδριος βοτάνη — ἔστιν δὲ καὶ διουρητικός —, σχοίνου ἄνθος πινόμενον καθ’ ἡμέραν, μυσκέλεδρα μετὰ ἐλαχίστου κρόκου καὶ σμύρνης ποτιζόμενα σὺν ὕδατι ἢ μετὰ λιβανωτοῦ ὀλίγου καὶ οἰνομέλιτος, πόλιον λεῖον ἐπιπασσόμενον ἢ τὸ ἀφέψημα αὐτοῦ, ἢ λίθος τῶν ἐξουρηθέντων ὑπὸ αὐτῶν τριβεὶς καὶ ποθεὶς ἐν οἴνῳ.