Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(95)πίνεται δὲ πρὸς ἀσυλλημψίαν ἡμιόνειος πόα,

μιγέντος αὐτῇ ἐξ ἡμιόνου ὁπλῆς τοῦ ἐντός, πτέρεως ῥίζα μετὰ γλυκέος πινομένη, θηλυπτερίδος ὁμοίως· ἐπιμηδίου ῥίζα πινομένη ἐν οἴνῳ, ἰὸς σιδήρου, ἰτέας ἄνθη καὶ τὰ φύλλα, κράμβης ἄνθη πινόμενα μετ’ οἴνου μετὰ τὴν σύλλημψιν, λαγωοῦ πυτία μετὰ τὴν ἄφεδρον ποθεῖσα ἐπὶ ἡμέρας γ′, λεύκης φλοιὸς μετὰ τὴν κάθαρσιν σὺν ὀξυκράτῳ νήστεσιν·

λίθου ὀστρακίτου 〈· β′ ἐπὶ ἡμέρας δ′ πινέτωσαν. προστίθεται δὲ πρὸς τὸ μὴ συλλαμβάνειν πρὸ τῆς συνόδου ἡδύοσμον λεῖον, καὶ τὸ αἰδοῖον δὲ τοῦ ἀνδρὸς τῷ χυλῷ περιχρίεται· κράμβης ἄνθος λεῖον ἐν πεσσῷ μετὰ τὴν σύλλημψιν οὐκ ἐᾷ πήγνυσθαι 〈τὸ σπέρμα· ἢ〉 νεβροῦ πυτία ἐπὶ ἡμέρας γ′ προστεθεῖσα μετὰ τὴν κάθαρσιν, πελεκίνου σπέρμα πρὸ 〈τῆς〉 συνουσίας, στυπτηρία ὑγρὰ ὁμοίως· ἢ τήλεως ἀφεψήματι πρὸ τῆς συνουσίας προσκλυζέσθωσαν.