Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(105) 〈πρὸς〉 ἀχῶρας δὲ ἢ πίτυρα καὶ ἐξανθήματα ἐπιπόλαια ἐν τῇ κεφαλῇ· ἀδιάντου ἀφέψημα σμώμενον ἢ συλλειούμενον οἴνῳ καὶ ῥοδίνῳ καὶ καταπλασσόμενον, ἀμύγδαλα πικρὰ ἐγχριόμενα μετὰ μέλιτος, ἀνδράχνης χυλὸς σὺν οἴνῳ ἐγχριόμενος, βάτου χυλὸς σὺν ἐλαίῳ, βολβοὶ σὺν νίτρῳ σμώμενοι, τήλεως ἀφέψημα ὁμοίως, ἀρνόγλωσσον καταπλασσόμενον, ἀγριελαίας χυλὸς σμηχόμενος, μολόχη λεία μετὰ οὔρου καταπλασσομένη, μελίλωτον σὺν τήλει καὶ οἴνῳ καταπλασσόμενον, οἶνος μυρτίτης σμώμενος, οὖρον ἀνθρώπειον παλαιὸν ὁμοίως, πηγάνου χυλὸς καταχριόμενος, σκίλλα σὺν ἐλαίῳ ἑψηθεῖσα καταχριομένη, σκόροδον σὺν μέλιτι σμώμενον, σεύτλου χυλὸς ὁμοίως·

ἅλες σὺν στέατι μοσχείῳ καταχριόμενοι, συκῆς 〈φύλλα〉 σὺν ὄξει λεῖα, ἐρεβίνθων ἀπόζεμα, καὶ αὐτοὶ δὲ ἑφθοὶ καταπλασσόμενοι, θέρμων ἀφέψημα σμώμενον, ἰτέας ἄνθη καὶ φύλλα καταπλασσόμενα λεῖα, κάλαμος ἀρωματίτης μετὰ ὕδατος καὶ σμύρνης ἑψηθεὶς σμώμενος, κρίνου ῥίζα σμωμένη, λάδανον σὺν οἴνῳ καταχριόμενον,

λιβανωτὸς σὺν νίτρῳ καὶ ὕδατι ὁμοίως, χαμαιάκτης χυλός.