Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(99) μελαίνας δὲ ποιεῖ τὰς τρίχας σμώμενα· κηκῖδος ἀπό βρεγμα καὶ χαλκάνθου καὶ σιδίων, καὶ ἀκακίας χύλισμα τὸ ἐκ τῶν κερατίων καὶ φύλλων τῆς ἀκάνθης, καὶ 〈ὁ〉 ἐκ τοῦ πεπείρου αὐτῆς σπέρματος χυλὸς ἐγχριόμενος· βάτου φύλλα ἑψηθέντα καὶ σμώμενα, καὶ ὁ καρπὸς δὲ πέπειρος ἑψηθεὶς σὺν ἐλαίῳ ὀμφακίνῳ, οἶνος μυρτίτης σὺν ἑψήματι, ἐλελισφάκου ἕψημα σμώμενον, ἐλάτης ὁμοίως·

σμύρνα σὺν ἀκακίᾳ καὶ ὄξει 2 καὶ κηκῖδι, κισσοῦ κόρυμβοι καὶ κυπέρου ῥίζαι μετὰ κυάμων λεπύρων ἑψηθέντα, καὶ φύλλα μελαίνης συκῆς καὶ ἀμπέλου 0 σὺν ὀμβρίῳ ὕδατι, λάδανον μετὰ μυρσινίνου ἀλείμματος, μύρτων μελάνων χυλὸς καὶ τὸ ἀπόβρεγμα, ῥοῦς βυρσοδεψικὴ ἑψηθεῖσα,

σχίνου ἀφέψημα μετὰ σώρεως, φλόμου τοῦ χρυσανθέμου τὰ ἄνθη καὶ τὰ φύλλα καταπλασθέντα· πρίνου φλοιὸς τῆς ῥίζης ἀφεψηθεὶς ἐν ὕδατι καὶ δι’ ὅλης 〈τῆς〉 νυκτὸς καταπλασθείς, πρωὶ δὲ ἀπονιζόμενος.