Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(96) τὰς δὲ ῥεούσας τρίχας ἀπὸ τῆς κεφαλῆς ἵστησιν ἀδίαντον λεῖον σὺν λαδάνῳ καὶ οἴνῳ καὶ ὑσσώπῳ καὶ μυρσινίνῳ περιχριόμενον, καὶ τὸ καλλίτριχον ὁμοίως· ἀλόη σὺν οἴνῳ μέλανι αὐστηρῷ, πορφύρας πώματα σὺν ἐλαίῳ ἑψηθέντα, ἔλαιον μυρσίνινον καὶ τὸ ἔξ ἀγρίας ἐλαίας, σμύρνα σὺν οἴνῳ καὶ λαδάνῳ καὶ μυρσινίνῳ, κάρδαμον λεῖον σὺν μυρσινίνῳ· ἢ πολύτριχον ἑψήσας ἐν οἴνῳ μέλανι ἐφ’ ἱκανὸν καὶ καύσας ἰδίᾳ κάλαμον ἀρωματικὸν μετὰ ξύλων ἰτείνων, μεῖξον ὕδωρ ὄμβριον καὶ ἀναδεύσας ὕλισον καὶ μεῖξον τῷ ἀφεψήματι τοῦ πολυτρίχου καὶ χρῷ· ἢ σπυράθους αἰγείας κατακαύσας ἐπ’ ὀστράκων λείας σὺν ἐλαίῳ ἄλειφε ἐψιλωμένης τῆς κεφαλῆς.