Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(95) ἀλωπεκίας δὲ τὰς ἐν ταῖς κεφαλαῖς καὶ τῷ γενείῳ ἰᾶται ταῦτα καταχριόμενα προεκνιτρουμένων τῶν τόπων καὶ ἀποτριβομένων τῶν ἐψιλωμένων ὀθονίῳ σὺν ὄξει· ἀκόνης Ναξίας τὸ ἀπότριμμα τοῦ πρὸς αὐτὴν σιδήρου μετ’ ἐλαίου ἀκονηθέντος, ἁλκυόνιον κεκαυμένον λεῖον σὺν ὄξει ἢ οἴνῳ ἢ ἐλαίῳ, ἀπόπατος αἰγὸς ὁμοίως· μυόχοδον ἢ αἰλούρου ἀφόδευμα μετὰ νάπυος καὶ πεπέρεως καὶ ὄξους, ἀδίαντον καταπλασθὲν ἐν ὀθονίῳ, ἀρσενικὸν ἢ σανδαράκη ἀναλημφθεῖσα τερμινθίνῃ ὡς σπλήνιον, ἀσφοδέλου ῥίζης καείσης ἡ τέφρα προκατασχασθείσης τῆς ἀλωπεκίας, βατράχειον λεῖον πρὸς ὀλίγον καταπλασθέν, λεπίδιον ὁμοίως·

ἔλαιον κίκινον μετὰ κηρύκων κεκαυμένων, ἐχίνου χερσαίου δέρμα κεκαυμένον καὶ ἐσβεσμένον πίσσῃ ὑγρᾷ, ἢ βατράχων κεκαυμένων τέφρα ὁμοίως, ἢ ἱππόκαμποι κεκαυμένοι ὁμοίως, ἢ θαψίας χυλὸς ἐπιχριόμενος, ἢ ἰὸς σιδήρου σὺν ὄξει ἢ στέατι ἀρκείῳ ἢ ὀξυγγίῳ· ἢ καλάμου Κυπρίου φλοιὸς κεκαυμένος σὺν ὄξει, καρύου βασιλικοῦ λέπυρον καὲν σὺν οἴνῳ, καὶ τὸ Ποντικὸν δὲ ὅλον καὲν ὁμοίως ἢ σὺν ὀξυγγίῳ ἢ ἀρκείῳ στέατι·

ἢ κρόμυον λεῖον καταχριόμενον ἢ καταπλασσόμενον, κυκλαμίνου ῥίζα ὁμοίως, σίνηπυ μετ’ ὄξους, ὀπὸς σιλφίου μετὰ κρόκου καὶ οἴνου καὶ πεπέρεως, ὁπλαὶ αἰγὸς καεῖσαι σὺν ὄξει, πίσσης ὀρρὸς σὺν ἀλεύρῳ κριθίνῳ καταπλασσόμενος, ῥαφάνου τὸ ἐκτὸς παρατριβόμενον,

σκόροδον κεκαυμένον σὺν ναρδίνῳ μύρῳ καταπλασθέν, σεύτλιον ὁμοίως· μυῶν κεφαλαὶ προστριβόμεναι, καὶ αὐταὶ δὲ ὅλαι προεκνιτρωθέντος τοῦ τόπου, κάσσυμα κεκαυμένον λεῖον σὺν ὄξει.