Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(95) ἀλωπεκίας δὲ τὰς ἐν ταῖς κεφαλαῖς καὶ τῷ γενείῳ ἰᾶται ταῦτα καταχριόμενα προεκνιτρουμένων τῶν τόπων καὶ ἀποτριβομένων τῶν ἐψιλωμένων ὀθονίῳ σὺν ὄξει· ἀκόνης Ναξίας τὸ ἀπότριμμα τοῦ πρὸς αὐτὴν σιδήρου μετ’ ἐλαίου ἀκονηθέντος, ἁλκυόνιον κεκαυμένον λεῖον σὺν ὄξει ἢ οἴνῳ ἢ ἐλαίῳ, ἀπόπατος αἰγὸς ὁμοίως· μυόχοδον ἢ αἰλούρου ἀφόδευμα μετὰ νάπυος καὶ πεπέρεως καὶ ὄξους, ἀδίαντον καταπλασθὲν ἐν ὀθονίῳ, ἀρσενικὸν ἢ σανδαράκη ἀναλημφθεῖσα τερμινθίνῃ ὡς σπλήνιον, ἀσφοδέλου ῥίζης καείσης ἡ τέφρα προκατασχασθείσης τῆς ἀλωπεκίας, βατράχειον λεῖον πρὸς ὀλίγον καταπλασθέν, λεπίδιον ὁμοίως·