Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(90) τὰ δὲ καταπινόμενα ὀστέα ἢ ἀκάνθας καὶ ἐμπηγνύμενα τῷ στομάχῳ κομιεῖ στέαρ ἡμίεφθον ἐνάψας λίνῳ κατατρήσας, ἀναγκάσας τε καταπιεῖν, καὶ μετὰ τοῦτο ἀνασπάσας ῥόθιον διὰ τοῦ ἀπηρτημένου λίνου· εἴωθε γὰρ συνεφέλκεσθαι τὸ ἐρηρεικὸς ἢ πεπηγός. δύναται δὲ καὶ διὰ σπογγίου ἁπαλοῦ ἢ ἐρίου ἢ κρεαδίων ἐντετμημένων τὸ αὐτὸ γενέσθαι· δεῖ δὲ σὺν ὕδατι καταπίνειν, ἢ ἄρτου ἁπαλοῦ τὸ ἐντὸς διδόναι καταπίνειν, ἢ σῦκα ξηρὰ μεμασημένα.