Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(82) τὰς δὲ ἄφθας καὶ νομὰς θεραπεύει μέλι καὶ ὅσα πρὸς τὰ οἰδαλέα καὶ ἐκσαρκοῦντα τῶν οὔλων ἀναγέγραπται, ἐκ περισσοῦ δὲ καὶ ἰδίως ταῦτα· ἄγνου ἢ κύπρου φύλλα σὺν μέλιτι διατριβόμενα, τριβόλου χυλός, ἀκακίας χυλὸς ὁμοίως, ὑποκιστίδος ἢ ῥοὸς βυρσοδεψικῆς χυλὸς ὁμοίως, ὀμφάκιον, ὀρίγανος, ῥοῦς ὁ ἐπὶ τὰ ὄψα ὡσαύτως·

βαλαύστιον ὁμοίως καὶ ξηρὸν προσαπτόμενον καὶ τὸ ἀφέψημα αὐτοῦ διακλυζόμενον, σανδαράκη

σὺν ῥοδίνῳ διακλυζομένη, ὁ τῆς Βεττονικῆς πόας χυλός, ἀγριελαίας φύλλα ὁμοίως· ἀρσενικοῦ μέρος α′, χάρτου κεκαυμένου μέρη γ′, χρῶ δὲ ξηρῷ καὶ σὺν μέλιτι. γάρος ὁ ἐκ τῶν μαινίδων διακλυζόμενος, ἀρνογλώσσου χυλὸς διακλυζόμενος, κηκὶς μετ’ ἐλαίου διακλυζομένη, στυπτηρία ὑγρὰ ὁμοίως.