Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(78) πρὸς δὲ τὰ οἰδοῦντα τῶν οὔλων καὶ ἐκσαρκοῦντα ἢ σηπόμενα ἁρμόζει διακλυζόμενα καὶ διακρατούμενα· ἀνδράχνης χυλός, ἀστραγάλου ῥίζης ἀπόζεμα ἐν οἴνῳ, ἐλαίας κολυμβάδος ἅλμη, ἔλαιον ὠμοτριβὲς καὶ μήλινον καὶ σχίνινον διακρατούμενα, σμύρνα σὺν οἴνῳ καὶ ἐλαίῳ, κεδρία σὺν ὄξει ἢ ἀμόργῃ,

κηκῖδος ἀπόζεμα, κοκκυμηλέας φύλλα ἐν οἴνῳ ἑψηθέντα, κυτίνων ἀπόζεμα, μόρων φλοιοῦ καὶ φύλλων ἀπόζεμα, ὄξος σκίλλινον.

(79) ξηρὰ δὲ λεῖα προσαπτόμενα ὠφελεῖ· ἀριστολοχείας ῥίζα, ἀρνογλώσσου σπέρμα ξηρόν, ἀσπάλαθον ξηρόν, μαράθου ῥίζα κεκαυμένη, διφρυγές, ἰὸς χαλκοῦ καὶ σιδήρου, χάλκανθος ὀπτή, κηκίς, κύπερος, κύτινοι, ῥόδων ἄνθος, λύκιον, μαστίχη ξηρά, μίσυ σὺν ὄξει, χάρτης κεκαυμένος σὺν ἀρσενικῷ ὀλίγῳ, σχίνου ξυλάρια χλωρὰ παρατριβόμενα τοῖς μεταξὺ τῶν ὀδόντων. ἁρμόζει δέ, καὶ μάλιστα ἐπὶ τῶν ἐκσαρκούντων, διὰ τοῦ ζεστοῦ ἐλαίου πυριᾶν· δεήσει δὲ ἔριον μηλωτίδι περιτιθέντα καὶ ἀποβάπτοντα εἰς τὸ ἔλαιον προσάγειν, ἄχρις οὗ λευκὰ γένηται τὰ οὖλα· στέλλεται γὰρ 〈οὕτως〉 ὁ ῥευματισμὸς αὐτῶν καὶ ἀναξηραίνεται.