Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(71) εἰς δὲ τὸ βρῶμα ἐντιθέμενα ἢ περιπλασσόμενα τῷ ὀδόντι ὠφελεῖ τοὺς ὀδονταλγοῦντας — ἔνια δὲ θρύπτει ἢ σήπει —· ἀμόργη ἡψημένη 〈μετ’〉 ἐλαίου ὀμφακίνου, ἄχρι ἂν γένηται μελιτώδης· αὕτη καὶ περιχριομένου τοῦ ὀδόντος ἐκτινάσσει· βατραχίου ῥίζα ὁμοίως σκευασθεῖσα θρύπτει· ἀμπέλου δάκρυον ἐντιθέμενον μετ’ ὀποπάνακος καὶ σιλφίου, ἄσφαλτος ὑγρὰ σὺν νίτρῳ περιπλασθεῖσα·

πύρεθρον ταριχευθὲν σὺν ὄξει ἐπὶ ἡμέρας μ′, ἐλαίας Αἰθιοπικῆς δάκρυον, ῥοῦ [τοῦ] βυρσοδεψικοῦ δάκρυον, ὀπὸς συκῆς ἀγρίας καὶ ἡμέρου, τιθυμάλλου ὀπός· ἄνωθεν δὲ κηρὸν ἐπιτίθει πρὸς τὸ

φράσόεσθαι τὸ βρῶμα. χαλβάνη καὶ περιπλάσσεται, κεδρία καὶ θραύει τὸν ὀδόντα, κηκῖδος τὸ μέσον, μόρων τῆς ῥίζης ὀπός· ὀπὸς σιλφίου σὺν σαρκὶ σταφίδος καὶ περιπλάσσεται ἢ σὺν ῥητίνῃ ἢ σὺν κηρῷ, σὺν δὲ θείῳ καὶ λιβανωτῷ ἐν ὀθονίῳ ἔγχριστος περιτίθεται·

ὀποπάναξ ὁμοίως ἐπιτηδευθεὶς σὺν σανδαράκῃ, σῶρι Αἰγύπτιον ῥητίνῃ ἀναλημφθέν, σαύρας ἧπαρ ἐντεθέν, πευκεδάνου ὀπὸς ἢ θεῖον 〈ἄπυρον〉 ἢ κηκὶς λεία μετὰ λυκίου περιπλαττόμενα μετὰ τὴν κάθαρσιν, ἢ πέπερι καὶ κρόκος ῥητίνῃ τερμινθίνῃ ἀναλημφθέντα· ἢ ὄφεως γῆρας καύσας καὶ τρίψας μετ’ ἐλαίου περίχριε γλοιώδη 〈ποιῶν〉, περιχαράξας πρότερον·

ἢ κάρδαμον καὶ νᾶπυ ἔμπλασσε, ἢ στυπτηρίαν μετὰ μέλιτος φορίμην ἑψήσας διάτριβε τὸν ὀδόντα, ἢ ὄφεως γῆρας ἐπιτίθει, ἢ κηκῖδα λείαν καὶ σμύρναν ἑψήσας μετὰ μέλιτος ἐντίθει, ἢ ἄσφαλτον, πίσσαν, στυπτηρίαν, 〈μαστίχην〉 Χίαν, κεδρίαν ὁμοίως, χαλβάνην, πέπερι, κόκκον Κνίδιον· ἢ βατράχου ἧπαρ καὶ ῥοῦν βυρσοδεψικὴν ἑψήσας ἐν ὕδατι μέχρι τοῦ πάχος ἔχειν 〈μέλιτος〉, εἶτ’ [ἐν]ἀπορρίψας τὰ σκύβαλα τὸ ἀπόθλιμμα ἕψε, ἕως ἐμπλαστρῶδες γένηται, καὶ ἐντίθει· ἢ πρόπολιν μαλάξας περίπλασσε.