Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(44) νυκτάλωπας δὲ ἐγχριόμενα ὠφελεῖ· αἶμα τρυγόνος, φάσσης, περιστερᾶς, πέρδικος ἢ αἰγὸς ἀγρίας καὶ τράγου· ἥπατος αἰγέιου ὁ ἐν τῇ ὀπτήσει ἰχὼρ ἀπορρέων ἐγχριόμενος, καὶ αὐτὸ

τὸ ἧπαρ ἐσθιόμενον, καὶ ἡ ἀτμὶς δὲ αὐτοῦ ἑψομένου ἑλκομένη ἀνεῳγόσι τοῖς ὀφθαλμοῖς· ὠφελεῖ δὲ καὶ ἐλατήριον λεῖον σὺν μέλιτι ἐγχριόμενον.