Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

καθαίρει δὲ τὰ ἐπισκοτοῦντα ταῖς κόραις 〈καὶ〉 ἄργεμα καὶ νεφέλια καὶ ἀχλῦς· ποιεῖ δὲ καὶ ὀξυδερκίαν (41) ἐπὶ τῶν ἀμβλυωπούντων ἐγχριόμενα· ἀκόρου χύλισμα, λιβανωτίδος σπέρμα λεῖον μετὰ γάλακτος, μήκωνος κερατίτιδος τοῦ φύλλου ἢ καὶ τῶν ἀνθῶν ὁ χυλὸς ἐνσταζόμενος καὶ ἐπὶ κτηνῶν ἄργεμον ἀποκαθαίρει, ἁλικακκάβου ῥίζης τοῦ φλοιοῦ καὶ καρποῦ χυλὸς ὁμοίως, ἢ καὶ 〈ὁ〉 ὀπὸς αὐτοῦ σὺν μέλιτι·

πευκεδάνου ὀπὸς ὁμοίως, σαγαπηνὸν ὁμοίως, ἀνεμώνης χυλὸς ὁμοίως, ὁρμίνου ἀγρίου σπέρμα ὁμοίως, κεγχρίδων ἄφοδος ὁμοίως, ἐλαίας Αἰθιοπικῆς τὸ δάκρυον, ἐλλέβορος λευκός, ἔρια οἰσυπηρὰ κεκαυμένα, Εὐφορβίου χυλός, ἰὸς καείς, κισσός, κινάμωμον, ἰτέας χυλὸς καὶ ὀπός, Κενταυρείου τοῦ λεπτοῦ χυλός, κίσηρις ὀπτὴ λεία, κρομύου χυλός, κυκλαμίνου τῆς ῥίζης χυλός, μαράθου τῆς ῥίζης χυλός, μελανθίου καὶ μελισσοφύλλου χυλός·

ἠριγέροντος χυλός, ὀμφάκιον, ὀπὸς σιλφίου, ὀποπάναξ, πηγάνου ἀγρίου χυλός, δρακοντίου ῥίζης χυλός, θρίδακος ἀγρίας χυλός, ἀψίνθιον λεῖον, λωτοῦ τῆς πόας χυλός, χαμαίδρυος χυλός, ὠκίμου χυλός, πρασίου χυλός· νίτρον, ζιγγίβερι, στρούθιον, στυπτηρία

κεκαυμένη, αἱματίτης λίθος, κουράλιον, κοχλίας χερσαῖος κεκαυμένος, χελιδόνων νεοσσῶν κεκαυμένων ἡ τέφρα· τούτων ἕκαστον σὺν μέλιτι Ἀττικῷ λελειωμένον καλῶς·

ἐβένου ῥίνημα σὺν οἴνῳ, οὖρον ἀφθόρου παιδὸς ἐν χαλκώματι ἑψηθὲν μετὰ μέλιτος, οὔρου ἀνθρωπείου ὑποστάθμη σὺν κυπρίνῳ ἐλαίῳ· χαλκοῦ ἄνθος λεῖον προσαπτόμενον ἐλαίῳ, ἴσα μιγέντα· ἔλαιον παλαιόν· βαλσάμου ὀπός, κύπρινον ἔλαιον, ἴσα μιγέντα· πισσέλαιον, σάκχαρις, στέαρ ποταμίων ἰχθύων ἐν ἡλίῳ ἀποτακὲν καὶ μιγὲν μέλιτι, 〈καὶ〉 χολαὶ δὲ πέρδικος ἀγρίας, ἰχθύος τοῦ καλλιωνύμου, σκορπίου ἰχθύος, χελώνης θαλασσίας, ὑαίνης, αἰγὸς ἀγρίας, σὺν μέλιτι πᾶσαι.