Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(25) δεῖ δὲ παραφυλάττεσθαι ἐπὶ τῶν περὶ τὴν κεφαλὴν παθῶν τὰ ἁπτόμενα ταύτης καὶ πολλάκις εἰς ὑπομνήσεις καὶ παροξυσμοὺς ἄγοντα τὰς διαθέσεις. ἔστιν δὲ πινόμενα 〈ταῦτα〉· ἄγνου σπέρμα, ἀψινθίου χύλισμα, γάλα γλυκύ, βάλανοι δρύιναι ἐσθιόμεναι, ἐλαῖαι μέλαιναι, μεμαίκυλα βρωθέντα, ὄροβος — οὗτος δὲ καὶ τὰ ἄρθρα παραλύει πολλάκις —·

ἐπὶ πλεῖον δὲ ἅπτεται ὥστε καὶ ὑποκαροῦν σμύρνα πινομένη· λίβανος καὶ μανίαν ποιεῖ· κισσοῦ κόρυμβοι καὶ ταράσσουσι τὴν διάνοιαν· ὁλοσχοίνου καρπὸς Εὐριπικῆς 〈καροῖ〉, ὥστε καὶ πιέζειν πολλάκις τὴν διάνοιαν· κρόκος, πευκέδανον, κυκλάμινος ξηρὰ σὺν οἴνῳ ποθεῖσα· στύραξ δὲ ὀλίγος μὲν ποθεὶς λύει σκυθρωπότητα, πολὺς δὲ κατασκευάζει 〈ταραχώδεις ὕπνους〉.