Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(237) ἰσχιαδικοὺς δὲ ὠφελεῖ πινόμενα· ἑλιχρύσου ἀφέψημα, ἐρυθρόδανον σὺν οἴνῳ — ἄγει δὲ αἷμα δι’ οὔρων, λούειν δὲ δεῖ καθ’ ἡμέραν τὸν πίνοντα —, ἐρύσιμον σὺν οἴνῳ, σμυρνίου σπέρμα ὁμοίως, καρδάμου 〈·α′ σὺν οἴνῳ, ὑπερικόν, καππάρεως τοῦ ἐκ τῶν ἀπίων καρποῦ 〈·β′ — αἷμα δὲ ἄγουσιν —, ἢ τῆς ῥίζης τοῦ φλοιοῦ ὁμοίως, μήκωνος κερατίτιδος τῆς ῥίζης

ἢ τῆς πόας ὀξύβαφον ἑψηθὲν σὺν ὕδατος κο′ δ′ εἰς τὸ ἥμισυ·

ἴρεως ῥίζα σὺν γλυκεῖ, πηγάνου ἀγρίου καὶ ἡμέρου 〈·α′ σὺν ἀνήθου ἀφεψήματι καὶ οἴνῳ· σπάρτου τὰς ῥάβδους σὺν τοῖς φύλλοις ἐν ὄξει βρέχε ἐπὶ πλείονας ἡμέρας, ἔπειτα κόψας καὶ χυλίσας δίδου πιεῖν ἕνα κύαθον· σύμφυτον πετραῖον ἑψηθὲν σὺν ὑδρομέλιτι, πενταφύλλου ῥίζης ὁ χυλός, ἁβροτόνου ἀφέψημα καὶ τοῦ καρποῦ 〈· α′ μετ’ οἴνου, ἀγαρικοῦ ξε′ α′ μετ’ οἴνου, Αἰθιοπίδος ἀφέψημα μετ’ οἴνου, πολύγονον μετὰ οἴνου, ἀρκτίου ῥίζα μετὰ οἴνου καὶ τὸ ἀφέψημα, Κενταυρείου 〈τοῦ λεπτοῦ〉 ἀπόζεμα, ἀλθαίας ῥίζης ἀφέψημα·

Ἀμμωνιακοῦ 〈· α′ σὺν μελικράτῳ ἢ ὕδατι — ἄγει δὲ αἷμα δι’ οὔρων —, ὑπερικοῦ ἢ ἀνδροσαίμου 〈· β′ σὺν μελικράτου κο′ γ′ — ἄγουσι δὲ κόπρον πολλὴν καὶ φλέγμα —, ἀρκευθίδες μετὰ οἴνου, ἀσπαράγου ῥίζης ἀφέψημα καὶ ὁ καρπός, ἄσφαλτος ἀντὶ καταποτίου λαμβανομένη, βαλσάμου καρποῦ 〈⋖〉 ἓξ σὺν μελικράτῳ, χαμαικίσσου φύλλων 〈ὀβολοὶ〉 τρεῖς ἐπὶ ἡμέρας μ′, χαμαιπεύκης 〈·β′ μετὰ οἴνου, σαγαπηνοῦ 〈· β′ μετὰ ὕδατος ἐπὶ ἡμέρας τρεῖς λαμβανόμεναι.