Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(226) στρέμματα δὲ ἰᾶται καταπλασσόμενα· ἄγνου σπέρμα σὺν ἁλοὶ καὶ νίτρῳ καὶ κηρωτῇ, ἀγχούσης φύλλα σὺν μέλιτι καὶ ἀλφίτοις, ἀκάνθου τοῦ παιδέρωτος φύλλα, κνίδης φύλλα σὺν ἁλσὶ πολλοῖς, ἅλες σὺν ἀλεύρῳ καὶ μέλιτι, ἀμόργη ἑψηθεῖσα σὺν ἐρίῳ οἰσυπηρῷ ἐπιτεθεῖσα, τέφρα κληματίνη καὶ ἡ ἐκ γιγάρτων μετ’ ὄξους, ὑὸς ἄφοδος ξηρὰ μετὰ κηρωτῆς, ἀρκίου ῥίζα, ἄσβεστος σὺν πίσσῃ ἢ ὀξυγγίῳ παλαιῷ·

βολβοὶ μετὰ μέλιτος, ἐνίοτε δὲ καὶ ἄρτου μειγνυμένου, μάλιστα δὲ ἐπὶ τῶν τρυφεροχρώτων· ἄλευρα μετ’ ὄξους ἑψηθέντα μετὰ ἀφόδου ὑὸς λεῖα, ἡλιοτρόπιον τὸ μέγα λεῖον, καλάμου φραγμίτου ῥίζα σὺν ὄξει, κάρυα βασιλικὰ σὺν πηγάνῳ καὶ μέλιτι, κρίνου ῥίζα ἑψηθεῖσα ἐν οἴνῳ ἢ λεανθεῖσα ἐν μέλιτι, τήλινον ἄλευρον σὺν ὠμῇ

λύσει, ναρκίσσου ῥίζα λεία σὺν μέλιτι·

νίτρον σὺν κηρωτῇ, ὀξυακάνθου ῥίζα ἑφθή, πολυποδίου ῥίζα ὁμοίως, σύμφυτον σὺν κηρωτῇ, τέφρα κληματίνη σὺν ὀξυγγίῳ παλαιῷ. τὰ δὲ λίαν 〈χρόνια〉 στρέμματα ἰᾶται ἀπόπατος 〈βοὸς〉 θερμὴ κατα πλασθεῖσα, κύπρου ἀφέψημα καταντλούμενον.