Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(215) φλεγμονὰς δὲ τὰς τοῦ δακτυλίου ὠφελεῖ ἄρτος ἐκ μελικράτου καταπλασσόμενος, σόγχου χυλὸς ἐν ἐρίῳ προστεθείς, μολόχη ἑφθὴ καὶ ὠμὴ καταπλασσομένη, ἀλθαίας ῥίζα ἣν Ῥωμαῖοι ἐβίσκον καλοῦσιν ἐν μελικράτῳ ἑφθὴ ὁμοίως· ἀμαράκινον περιχριόμενον, μελίλωτον σὺν οἰσύπῳ καὶ βουτύρῳ, σιλφίου 〈ῥίζα〉 σὺν ὄξει ἐν σιδίοις ἡψημένη, πίσσα ὑγρὰ σὺν κηρίῳ ἴσα, σιδήρου ἰὸς σὺν κηρωτῇ.