Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(210) τὰς δὲ ἐκ μυκτήρων αἱμορραγίας στέλλει ὀξύσχοινος ἐντιθεμένη λεία, κνίδης φύλλων χυλὸς ἐν μοτοῖς ἐντιθέμενος καὶ αὐτὰ 〈δὲ〉 τὰ φύλλα λεῖα κατὰ τοῦ μετώπου ἐπιτιθέμενα, χαλκῖτις, χάλκανθον κεκαυμένον· ἢ ἀνθήλη κεκαυμένη ξηρὰ ἐν μοτοῖς ἐντιθεμένη, ὁμοίως φλόμος ὁ εἰς τὰ ἐλλύχνια καὶ ἐλελισφάκου φύλλα λεῖα· βολβοὶ λεῖοι κατὰ τοῦ μετώπου καταπλασσόμενοι ἐν πράσου χυλῷ ἢ ὄξει, ὀνὶς ὁμοίως·

γύψος σὺν 〈ὄξει ἢ〉 ὕδατι ἢ ᾠοῦ τῷ λευκῷ καταχρισθεῖσα καθ’ ὅλης τῆς κεφαλῆς ψιλωθείσης καὶ μετώπου, ἱππουρίδος χυλὸς ἢ περικλυμένου σὺν μοτῷ ἀναλημφθείς, κοχλίου σὰρξ ἐν ὄξει καὶ ὅλοι 〈δὲ〉 κοπέντες σὺν τῷ ὀστράκῳ καταπλασσόμενοι καθ’ ὅλου τοῦ μετώπου ἢ τοῦ μυκτῆρος· κύμινον σὺν ὄξει ἐντιθέμενον λεῖον, νάρθηκος τὸ μέσον σὺν ὄξει, πήγανον ἐντεθὲν λεῖον, κρόμυον λεπισθὲν καὶ ἐντεθὲν ξηρόν, πυτία λεανθεῖσα καὶ ἐμπλασθεῖσα.

ἐπέχει καὶ τὰ ὦτα κηρῷ ἁπαλωτάτῳ ἐμπλασσόμενα ἐπιμελῶς καὶ τὸ ἐν βαλανείῳ ἐκλούεσθαι αὐτοὺς καὶ ἡ πόσθη ἀποδεδμένη ῥάμματι· ἐνστάζεται δὲ ὠφελίμως καὶ εἰς

τὸ οὖς ὕδωρ ψυχρόν. φασὶ δὲ ἐπέχεσθαι τὰς ἐκ μυκτήρων αἱμορραγίας μόρων ἄνθους μεμυκότος πρὸ τοῦ πεσεῖν ἐνδεομένου κυτίδι καὶ περιαπτομένου τραχήλῳ· δεῖ δὲ λαμβάνειν τὸ πρώτως ἐν ἐκείνῳ τῷ θέρει εὑρεθὲν ἢ ὁραθέν.