Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

πρὸς δὲ τὰς χρονίας κεφαλαλγίας ὀνίνησιν ἐμβρεχόμενα σὺν ὄξει καὶ ῥοδίνῳ ταῦτα· σφονδύλιον, πευκέδανον, ἄγνου σπέρμα σὺν ὄξει καὶ ῥοδίνῳ γλοιοποιηθέν, ὤκιμον, ἄμωμον, δαφνίδες, ἕρπυλλον, καλαμίνθη, κόνυζα ἡ λεπτόφυλλος, πήγανον, ἀμύγδαλα πικρά, καὶ τὰ ἀποζέματα δὲ τούτων, μειγνύμενα δὲ τῳ ὄξει καὶ ῥοδίνῳ ποιεῖ· πρὸς δὲ τούτοις σκαμμωνίας τε καὶ συκαμίνου ὀπός, ⟨καὶ⟩ καταπλασσομένου δὲ τοῦ μετώπου καὶ κροτάφων, ἐνίοτε δὲ εἰ ἐπείγοι καὶ ὅλης τῆς κεφαλῆς.

ἁρμόζει δὲ μετὰ ἀλφίτου ἢ ἄρτου ταῦτα· ἡδύοσμον ὑγρὸν καὶ ξηρόν, ἀνδράχνη, ὑοσκυάμου φύλλα, στρύχνου, κορίου, σέριδος, πολυγόνου, ἀειζώου, σισυμβρίου τῆς καλουμένης καρδαμίνης. μετὰ ὄξους δὲ καὶ ῥοδίνου μειχθέντα καταπλάσσεται· ἄγνου φύλλα, ἀλόη, ἀμύγδαλα πικρὰ, μελίλωτον, μύρτα, ὀξυμυρσίνης καρπός, οἰνάνθη, ῥόδα,

ῥίζα ἴριδος ξηρὰ, ἀγριελαίας ἄνθη, μελάνθιον, σταφὶς ἀγρία μετὰ δαφνίδων, μάλιστα 〈δὲ〉 ἐπὶ τῶν χρονίων, σήσαμον ὁμοίως, αἴρινον ἄλευρον μετὰ στέατος χηνείου καὶ (καθ’ ἑ⟩αυτὸ ἐπὶ τῶν κεχρονισμένων ἤδη·

ἢ κάρδαμον φώξας λεῖον ἀναλάμβανε ὄξει καὶ ῥοδίνῳ καὶ ἐμπλάσας ἐπιτίθει ἐπὶ τοῦ μετώπου, ἢ κάρυα Ποντικὰ καὶ πήγανον ὀλίγον λεῖα σὺν ῥοδίνῳ ὁμοίως, ἢ σμύρναν καὶ νάρδου στάχυν καὶ καρδάμωμον ἴσα σὺν ῥοδίνῳ, ἢ ὀρίγανον λεῖον ἐν ὄξει καὶ ῥοδίνῳ φυράσας, ἢ σικύου ἀγρίου ῥίζαν ξηρὰν λείαν σὺν οἴνῳ Ἀμινναίῳ. ἢ ἴρεως λείας ὀξύβαφον, 〈ἢ〉 πεπέρεως κόκκους ζ′ σὺν ὄξει καὶ ῥοδίνῳ.