Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(209) τὰς 〈δὲ〉 ῥήξεις τὰς ἐπιπολαίους στέλλει ἀστραγάλου ῥίζα καταπλασθεῖσα, ἄσφαλτος ξηρά, Ἀχιλλείου τῆς σιδηρίτιδος φύλλα καταπλασσόμενα, βατράχων καέντων ἡ τέφρα

καταπασσομένη, ὀθονίου καέντος ὁμοίως ἢ διφρυγοῦς καταπασθεῖσα· θαλλία λεία, ἐλελίσφακος ὁμοίως·

θεῖον ἄπυρον, Ἰδαία ῥίζα, ἰὸς σιδήρου καὶ λεπίς, 〈χαλκῖτις〉, ἰσάτεως φύλλα ἀγρίας καὶ ἡμέρου, καδμεία λεία, κηκὶς λεία, κύπερος, κυπαρίσσου σφαιρία σὺν ὄξει, λίβανος, μάννα, λειχὴν ὁ ἐπὶ τῶν πετρῶν, μυρσίνη ξηρὰ καὶ ὑγρά, πενταφύλλου ῥίζα· στυπτηρία πᾶσα, ἡ δὲ ὑγρὰ καεῖσα, καὶ σπόγγος ἀραιὸς πίσσῃ βραχεὶς καὶ καεὶς λεῖος καταπασσόμενος.