Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(207)σύριγγας δὲ ἐκτήκει καὶ αἴρει ἰοῦ 〈·β′, Ἀμμωνιακοῦ θυμιάματος 〈·β′ κολλουριοποιηθέντα καὶ ἐντεθέντα ταῖς σύριγξιν μετὰ ὄξους ἢ ὕδατος· ἀμόργη ἡψημένη καὶ ἐγκλυζομένη· ἴριδος ῥίζης ἀπόζεμα ἐγκλυζόμενον καὶ πρὸς κόλπους ποιεῖ· ἄρου, ἀρισάρου καρπὸς ἐντιθέμενος, καὶ ἡ ῥίζα δὲ αὐτῶν καὶ τὰ φύλλα λεῖα ὡς κολλούρια ἀναπλασσόμενα.

ποιεῖ

δὲ καὶ πρασίου ῥαβδίον ἁπαλὸν ἐντιθέμενον, κοτυληδὼν μετὰ μυελοῦ ἐλαφείου ἐντεθεῖσα, Γεντιανῆς χύλισμα, διψάκου ῥίζα χυλισθεῖσα καὶ ἐντεθεῖσα, τιθυμάλλου ὀπός, χαλκῖτις κεκαυμένη ἀναλημφθεῖσα Ἀμμωνιακῷ ὡς κολλούριον, ἐλλέβορος μέλας ἐντεθεὶς καὶ μετὰ τρεῖς ἡμέρας ἐξαιρεθείς, κυπαρίσσου σφαιρία λεῖα μετὰ σύκου λείου ἐγκλυζόμενα σὺν ὄξει, ὤχρα ὁμοίως·

σῶρι ὠμὸν ἢ κεκαυμένον μετὰ ὀλίγου κραματίου καὶ μέλιτος ἐγκλυζόμενον καὶ σαρκοῖ, ὀμφάκιον ἐγκλυζόμενον, πενταφύλλου φύλλα σὺν ἁλὶ καὶ μέλιτι, κονία συκίνη ἐγκλυζομένη, τηλεφίου φύλλα ἐμπλασσόμενα λεῖα, σφονδυλίου ῥίζα ξυσθεῖσα καὶ ἐντεθεῖσα· δεῖ δὲ προαναστομοῦν τὰς σύριγγας σπογγίῳ ἢ παπύρῳ ἐσκελετευμένοις, καὶ οὕτως ἔνεστι χρῆσθαι τοῖς προειρημένοις.