Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(205)ἐλεφαντιάσεις δὲ ὠφελεῖ ἀρνόγλωσσον 〈καταπλασσόμενον〉 σὺν μέλιτι ἐπὶ τῶν ἐξοιδούντων μερῶν, ἱερὰ βοτάνη

ὁμοίως, χολὴ ἀγρίας αἰγὸς ἢ τράγου καταχρισθεῖσα· ὠφελεῖ καὶ γάλα σχιστὸν καταπινόμενον ἱκανῶς τοὺς ἐλεφαντιῶντας, ὠφελεῖ καὶ καλαμίνθη ἐσθιομένη ἢ ὁ χυλὸς αὐτῆς πινόμενος ὀρροῦ γάλακτος ἐπιπινομένου, καὶ κεδρία ἐκλειχομένη· ποιεῖ δὲ θαυμαστῶς ἵππειον στέαρ ἐπιχριόμενον τοῖς οἰδηκόσι μέρεσιν.