Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(201)γαγγραίνας δὲ περιχαράσσει αἴρινον ἄλευρον σὺν ῥαφάνῳ καὶ ἁλσὶν καταπλασσόμενον, βράθυος φύλλα, σταφὶς σὺν ῥαφάνου φλοιῷ ἢ ῥαφάνου φλοιὸς σὺν μέλιτι, καρύων βασιλικῶν παλαιῶν τὸ ἐντός, κύτινοι ἑφθοὶ μετὰ σιδίων, λίθος ὀστρακίτης σὺν μέλιτι, μυρσίνης φύλλα ἑφθὰ ἐν οἴνῳ λεῖα μετὰ μέλιτος, ὄροβος σὺν μέλιτι·

ῥαφάνου σπέρμα μετ’ ὄξους καταπλασθὲν τὰς ἐσχάρας ἄχρις ὀστέου ῥήσσει· πράσιον 〈σὺν〉 μέλιτι 〈αὐτὰς〉 καὶ ἀνακαθαίρει· τιθυμάλλου ὀπὸν κατασχίσας ἐντίθει εἰς τὰς διαιρέσεις, ἢ ὀπὸν σιλφίου ὁμοίως. κατάντλει δὲ θέρμων ἀποζέματι συνεχῶς ἢ οὔρῳ ἀνθρωπίνῳ ἢ ὄξει.