Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(200)τὰς δὲ ἐπιγινομένας νομὰς καὶ σηπεδόνας θεραπεύει ἀρσενικὸν καὶ ἄσβεστος μετὰ σανδαράκης καὶ χάρτου κεκαυμένου, νίτρον σὺν ἀσβέστῳ καὶ τρυγὶ ἢ ὄξει ἢ ὕδατι, στυπτηρία πᾶσα κεκαυμένη σὺν διπλασίοσιν ἁλσίν, σῶρι κεκαυμένον, λεπὶς καὶ κίσηρις κεκαυμένη ἴσα, ἅλες ὡς ὅτι πλεῖστοι ἀναλημφθέντες πίσσῃ ὑγρᾷ·

ἀριστολοχείας ῥίζα σὺν ῥητίνῃ, ἀρνόγλωσσον καταπλασθέν, αἴρινον ἄλευρον σὺν ῥαφάνῳ καὶ ἁλσίν,

ἀμύγδαλα πικρὰ σὺν μέλιτι, σταφὶς μετὰ πηγάνου, γαλήοψις μετὰ ἁλῶν, θαλλία σὺν μέλιτι, σμαρίδος ταριχηρᾶς κεφαλὴ κεκαυμένη, ἰὸς σὺν μίσυι κεκαυμένῳ, κηκὶς καεῖσα καὶ ὄξει σβεσθεῖσα, κήρυκες κεκαυμένοι, κύπρου ἄνθη καέντα καθ’ ἑαυτὰ καὶ σὺν μέλιτι καταπλασθέντα·

ἢ κυπάρισσος καθ’ ἑαυτὴν καὶ σὺν ἀλφίτῳ, μόλυβδος κεκαυμένος λεῖος, λεπὶς σιδήρου σὺν ἐλαίῳ, μάρου φύλλα καταπλασσόμενα, σεῦτλον ἑφθὸν καταπλασσόμενον, περιστέριον σὺν μέλιτι, τιθυμάλλου ὀπός, χαλκὸς κεκαυμένος, [φακὸς κεκαυμένος], φακὸς ἑφθὸς σὺν σιδίοις, [καὶ] θαλλία 〈σὺν〉 ἅλμῃ καὶ μεθ’ ἁλὸς λεία, ἢ σίδια καὶ ἅλες. κατάντλει δὲ ἀφεψήματι κυτίνου, σχίνου, κυπαρίσσου, μυρσίνης, γάρῳ τῷ ἐκ σιλούρων ἢ ἰχθύων.