Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(198)ἄνθρακας δὲ θεραπεύει καταπλασσόμενα· ἀγριελαίας φύλλα μετὰ μέλιτος καὶ ὁ καρπὸς πεφρυγμένος λεῖος σὺν μέλιτι, ἀείζωον καθ’ ἑαυτό, ἀρνόγλωσσον ὁμοίως, αἴρινον ἄλευρον σὺν ῥαφάνῳ καὶ ἁλσί, βρυωνίας ῥίζα λεία μετὰ οἴνου, ἄρου ῥίζα ὁμοίως· ὑὸς ἄφοδος ξηρὰ καταπλασθεῖσα, περιστερᾶς ἄφοδος μετὰ λινοσπέρμου καὶ μέλιτος, ἀσπάλαθος λεῖος καταπλασσόμενος, σταφὶς 〈λεία〉 σὺν πηγάνῳ ἢ ὀπᾠ, βράθυος φύλλα λεῖα σὺν μέλιτι, θέρμοι ἑφθοὶ λεῖοι, κάρδαμον χλωρὸν καὶ τὸ σπέρμα.