Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(185)σαπροκνήμους δὲ ἰᾶται καππάρεως ῥίζα καταπλασσομένη, Κενταύρειον τὸ λεπτὸν λεῖον, ὀρόβινον σὺν μέλιτι, ὄρχεως ῥίζα σὺν μέλιτι, πευκεδάνου ῥίζα ὁμοίως, πίσσα ὑγρά, ποταμογείτων ὡσαύτως, σάκχαρον ἐν μοτῷ, σηπεδὼν ξύλου χνοώδης ξηρά· σταφυλίνου ῥίζα ξηρὰ λεία σὺν μέλιτι καὶ ἀλ φίτῳ καεῖσα ἐν ὀθονίῳ μέχρις ἀνθρακώσεως·

σῦκα ξηρὰ μετὰ χαλκάνθου· ἰός, λεπίς, τερμινθίνη, κηρός, ἴσα· συκῆς τῶν ἁπαλῶν κλάδων τὰ ἀποξύσματα ἑφθὰ σὺν ὕδατι μετὰ ἀλεύρου πυρίνου, ἄχρις ἂν ἐμπλαστρῶδες γένηται, ἐπιτιθέμενα ὡς σπληνίον, καὶ ἐώμενον ἐπὶ ἡμέρας τρεῖς.