Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(168)ἐρυσιπέλατα δὲ ἰᾶται καταχριόμενα ταῦτα ὄξους καὶ ῥοδίνου μειγνυμένων· ψιμύθιον, λιθάργυρος, ἢ γῆ Κιμωλία ἢ Χία ἢ Σελινουσία· μείγνυται δὲ χυλὸς ἀρνογλώσσου ἢ σέριδος ἢ πολυγόνου ἢ ἀγριελαίας ἢ ἀνδράχνης ἢ ἀειζώου ἢ στρύχνου ἢ ὑρσκυάμου ἢ κορίου ἢ πηγάνου ἢ σελίνου ἢ ἑλξίνης ἢ ἡδυόσμου. ποιεῖ καὶ λιθάργυρος μετὰ ῥοδίνου λεῖος, ὤχρα μετ’ ὄξους, ἰὸς σιδήρου σὺν ὄξει καὶ ψιμυθίῳ καὶ θείῳ καὶ λιθαργύρῳ·

λιθάργυρος μετὰ πηγάνου χυλοῦ καὶ ὄξους καὶ ῥοδίνου, μηκώνιον σὺν ὄξει· ἢ ἀκακία, διφρυγὲς ὀπτόν, 〈στυπτηρία〉 σχιστή, ἴσα μετ’ ὄξους· ἄκρως δὲ ποιεῖ τοῦτο. (169) καταπλασσόμενα δὲ μετὰ ἀλφίτου πάλης ποιεῖ πρὸς ἐρυσιπέλατα ταῦτα· ἀρνόγλωσσον, κόριον, σέλινον, ἀνδράχνη, ἀείζωον, μυόσωτον, στρύχνον, ὑοσκυάμου φύλλα, ἑλξίνη, κάλυκος τῆς καλουμένης ὀνοκλείας ῥίζα, κοτυληδών, κράμβης φύλλα, κύπρου φύλλα, κυπαρίσσου ὁμοίως, λυκάψου φύλλα, ὠκίμου φύλλα, ὑοσκυάμου 〈ὁμοίως〉·

καλάμου φλοιὸς χλωρὸς λεῖος, κρότωνος φύλλα λεῖα καθ’ ἑαυτὰ ἢ μετ’ ὄξους, κρίνου ἄνθος καὶ φύλλα σὺν οἴνῳ, κύτινοι ἑφθοὶ σὺν οἴνῳ λεῖοι σὺν φακοῖς καὶ ῥόδοις ξηροῖς· κώνειον χλωρὸν λεῖον, μανδραγόρου ῥίζα σὺν ὄξει λεία, μολόχης φύλλα ἑφθὰ μιγέντος ἐλαίου, λευκανθέμου φύλλα καθ’ ἑαυτά, φακὸς ὁ ἐπὶ τῶν τελμάτων λεῖος, ἀκίνου φύλλα λεῖα σὺν περιστερεῶνος φύλλοις λείοις καὶ ὄξει, στρατιώτης ὁ ἐπὶ τῶν ὑδάτων, σχίνου φύλλα, σεῦτλον ἑφθὸν σὺν οἴνῳ καὶ ἐλαίῳ λεῖον·

μελάμφυλλον, ὃ δὴ καὶ παιδέρωτα, οἱ δὲ ἄκανθον καλοῦσι, καθ’ ἑαυτὸ χλωρὸν λεῖον καὶ σὺν ὄξει καὶ ῥοδίνῳ καὶ σὺν ἄρτῳ ποιεῖ ἄκρως, σποδὸς μετὰ κράμβης χυλοῦ. καταντλούμενα 〈δὲ〉 ὠφελεῖ τὰ ἐρυσιπέλατα κολυμβάδων χυλός, σιδίων ἀπόζεμα 〈ἢ〉 κυτίνων ἢ σμύρνης 〈ἢ〉 ἀλθαίας ἢ βάτου ἢ βαλαυστίου ἢ κισσοῦ ἢ σχοίνου ἢ ἐρεβίνθων ἢ πτελέας τῶν ῥιζῶν.