Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(154) χοιράδας 〈δὲ〉 διαφορεῖ ἄσβεστος μέλιτι ἢ γλοιῷ ἀναλημφθεῖσα ἢ ἐλαίῳ ἢ ὀξυγγίῳ καὶ ἐπιτεθεῖσα· ἄσφαλτος μετὰ γλοιοῦ, ἀπόπατος αἰγὸς ἐν ὄξει ἢ οἴνῳ ἑψηθεῖσα θερμὴ ἐπιτιθεμένη ὁμοίως· ἀρνόγλωσσον μετὰ ἁλῶν καταπλασσόμενον,

ἀδίαντον ὁμοίως, ἀλθαία ἐν οἴνῳ ἑφθή, κρίθινον ἄλευρον ἐν πίσσῃ καὶ οὔρῳ παιδὸς ἀφθόρου καὶ ἐλαίῳ καὶ κηρῷ ἑψηθέν·

αἴρινον ἄλευρον μετὰ περιστερᾶς κόπρου καὶ λινοσπέρμου ἐν οἴνῳ ἑψηθέν, μανδραγόρου ῥίζα ὁμοίως, μελισσόφυλλον σὺν ἁλσίν· ἢ ἔχιν ἀποδήσας λίνῳ κρέμασον, ὅπως ἀποθάνῃ· εἶτα λύσας τὸ λίνον περίαψον τᾷ τραχήλῳ· διαφορεῖ καὶ Ἀμμωνιακὸν οἴνῳ διεθὲν καὶ ἐπιτεθέν· βαλλωτη, ἥν τινες μέλαν πράσιον καλοῦσιν, σὺν ἁλσίν, ἀπαρίνη ὁμοίως, ἑλξίνη ὁμοίως· ὄνυχες βοῶν ἢ ὄνων ἢ ἵππων κεκαυμένοι ἐλαίῳ φυραθέντες·

ὄστρακον 〈ἐξ〉 ἴπνου κηρωτῇ ἀναλημφθέν, πενταφύλλου ῥίζα ὁμοίως λεία σὺν λιβανωτῷ καὶ ἁλσὶν ὀλίγοις, πέπερι σὺν πίσσῃ, σιλφίου ῥίζα σὺν κηρωτῇ· σκίλλα ὀπτὴ σὺν κηρωτῇ — διὰ τετάρτης δὲ λύε —, ὄλυνθοι ἄγριοι καὶ ἥμεροι ἑφθοὶ λεῖοι καταπλασσόμενοι καὶ πᾶσαν συστροφὴν διαφοροῦσιν· στύραξ μαλαχθεὶς καὶ ἐπιτεθείς, ἀπαρίνη μετὰ ὀξυγγίου, ἶρις ἑφθὴ καταπλασθεῖσα, ἐρύσιμον σὺν ὕδατι ἢ μέλιτι, ἐχίδνη ἑφθὴ ἐσθιομένη·

πυρία 〈ἡ〉 διὰ θαλάσσης, θέρμοι ἑφθοὶ λεῖοι, ἰξὸς σὺν ῥητίνῃ καὶ κηρῷ, καππάρεως ῥίζα καὶ τὰ φύλλα χλωρὰ λεῖα σὺν πάλῃ ἀλφίτου, καρκίνοι ποτάμιοι κεκαυμένοι σὺν μέλιτι, κορίου φύλλα σὺν ἐρεγμῷ, κυάμων Ἑλληνικῶν λέπυρα μετὰ σχιστῆς καὶ ἐλαίου καὶ πάλης ἀλφίτου, λαπάθου ἀγρίου ῥίζα μετὰ οἴνου ἑφθή, λιβανωτίδος φύλλα, λινόσπερμον μετὰ νίτρου ἢ ἁλὸς ἢ κονίας· λίθος πυρίτης κεκαυμένος ἀναλημφθεὶς ῥητίνῃ τερμινθίνῃ, Ἄσσιος λίθος ὁμοίως, φακὸς ἐν ὄξει ἑψηθείς· καταχρίονται δὲ ὠφελίμως χοιράδες καὶ αἵματι γαλῆς.