Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(149) διαφορεῖ δὲ φύματα καταπλασσόμενα 〈λεῖα〉· ἀδίαντον, ἀνδράφαξυς, ταύρου αίμα σὺν ἀλφίτῳ, ἀκτῆς ῥίζα, ἑλξίνης ὁμοίως· ἀλθαίας ῥίζα ἐν οἴνῳ ἑψηθεῖσα. ὑοσκυάμου φύλλα σὺν ἁλσὶ λεῖα, βρυωνίας ῥίζα λευκῆς καὶ μελαίνης μετὰ πάλης ἀλφίτου, σικύου ἀγρίου ῥίζα ὁμοίως· Ἀμμωνιακὸν μετὰ μέλιτος μαλαχθὲν καὶ ἐπιτεθέν, ἀπόπατος βοὸς ἐν ὄξει θερμανθεῖσα καὶ ἐπιτεθεῖσα, ἀρνόγλωσσον μετὰ ἀλῶν λεῖον·

ἀσφοδέλου ῥίζα ἡ τὰ φύλλα ἑφθὰ ἐν οἴνου τρυγί, θύμος ἢ θύμβρα μετὰ πάλης ἀλφίτου, Κιμωλία μετ’ ὄξους ἐπιχριομένη, ἠρυγγίου ῥίζα καταπλασσομένη, [ἢ] ἰξὸς σὺν ῥητίνη καὶ κηρῷ, ἰτέας τὰ φύλλα ἀναλημφθέντα κηρωτῇ, κονύζης φύλλα, σιλφίου ῥίζα σὺν κηρωτῇ, σκαμμωνίας ὀπὸς σὺν μέλιτι, στρουθίου ῥίζα λεία σὺν ἀλεύρῳ κριθίνῳ ἑψομένη·

στέαρ ταύρειον σὺν μάννῃ, στέαρ χοίρειον παλαιὸν πλυθὲν 〈ἐν〉 οἴνῳ καὶ ἀναλημφθὲν τέφρα ἢ ἀσβέστῳ, συκαμίνου ὀπὸς μετὰ κηρωτῆς, θέρμινον ἄλευρον καταπλασθὲν εἰς μέλι ζέον ἀσβέστου μιγείσης ἐπιτιθέμενον· κορίου φύλλα μετ’ ἐρεγμοῦ, κραταιόγονον καταπλασσόμενον, κράμβη ὠμὴ μετὰ ἀλφίτου, κυπαρίσσου σφαιρία μετὰ ὠοῦ κοπέντα.