Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(147) τὰ δὲ χρόνια οἰδήματα ἰᾶται καταπλασσόμενα· ἀκάνθης λευκῆς ῥίζα λεία σὺν ὕδατι καὶ 〈ἡ〉 τῆς Ἀραβικῆς ἀκάνθης, σελίνου φύλλα καὶ τὸ σπέρμα μετὰ ἀλφίτου, ἀπόπατος τράγου ἢ αἰγὸς ἐν ὄιιξει θερμῷ, βηχίου φύλλα καθ’ ἑαυτά, ναρκίσσου ῥίζα λεία μετὰ ἀλεύρου καὶ ἐλαίου, παρθενίου φύλλα, δαμασωνίου φύλλα ὁμοίως· ἁλικακκάβου ῥίζα ἑφθή, ἄρου φύλλα σὺν ἀλφίτῳ, ἀρκευθίδες λεῖαι, ἰσάτεως φύλλα ἀγρίας καὶ ἡμέρου, ἰτέας φύλλα·

κάλαμος ἀρωματίτης λεῖος σὺν ἀλφίτῳ, δαφχρονίδες σὺν πάλῃ ἀλφίτου, δίκταμνον σὺν ἀλφίτῳ, ἐρυθροδάνου ῥίζαι ἑφθαὶ καὶ ὠμαί, ἐλλέβορος λευκὸς σὺν ἀλφίτῳ, βάλανοι

δρύιναι ἑφθαὶ καὶ ὠμαί, ἐρύσιμον σὺν ὕδατι ἢ μέλιτι· σμυρνίου ῥίζαι, ζύμη μετὰ ἀλῶν, ἰξὸς σὺν ῥητίνη καὶ κηρῷ ἴσοις, πυρία ἡ διὰ θαλάσσης, κάρδαμον λεῖον, κρίθινον μετὰ συκίνης σποδιᾶς ἢ 〈στυπτηρίας〉 σχιστῆς, λεοντοπόδιον λεῖον μετὰ ἀλφίτου, λιβανωτίδος ῥίζα καὶ φύλλα, λινόσπερμον σὺν μέλιτι καὶ στέατι αἰγείῳ, μελάνθιον σὺν ὄξει·

ἐρεβίνθου ῥίζα ἑφθή, στρατιώτης ὁ ἐπὶ τῶν ὑδάτων σὺν λιβανωτῷ, τραγορίγανον σὺν ἀλφίτῳ, τρὺξ οἴνου μετὰ ἀλφίτου ἢ κριθίνου καὶ μάννης ἐν οἴνῳ ἑψηθεῖσα, φλόμου φύλλα ἑφθά, ψυλλίου σπέρμα λεῖον· σῦκα ξηρὰ σὺν νίτρῳ ἢ ἀσβέστῳ ἢ ἴριδι, πενταφύλλου ῥίζα ἐν οἴνῳ ἑφθή, σκίλλα ὀπτή, διὰ τετάρτης δὲ 〈δεῖ〉 λύειν· σικύου ἀγρίου ῥίζα ἑφθὴ καταπλασσομένη, μυὸς ὠτὶς μετὰ κηρωτῆς ῥοδίνης, ἑλξίνη ὁμοίως καὶ ὁ ἐπὶ τῶν τελμάτων φακὸς λεῖος.