Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(135) σβέννυσιν δὲ 〈γάλα〉 καὶ μετὰ τοὺς τόκους ἄλευρον

κυάμινον καθ’ ἑαυτὸ καὶ σὺν ἀλφίτῳ καταπλασθέν, Κιμωλία σὺν ὄξει καταχριομένη ἢ ὕδατι καὶ ῥοδίνῳ, στυπτηρία ὑγρὰ σὺν ὕδατι ὀξυροδίνου μειγνυμένου· γῆς Σαμίας ὁ ἀστήρ, γῆ Μηλία ὁμοίως, γάλα γυναικεῖον μετὰ κωνείου χυλοῦ καταπλασσόμενον, τρὺξ ὄξους ἢ οἴνου μετὰ ἀλφίτου καταπλασθεῖσα, ὑοσκυάμου σπέρμα μετὰ οἴνου λεῖον ὁμοίως· θάλασσα καταντλουμένη, κωνείου φύλλα καταπλασσόμενα, ἅλμη πυριωμένη, κάρυα βασιλικὰ καταπλασσόμενα.