Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(129) τὰς προσφάτους δὲ θεραπεύει τριφύλλου ῥίζα σὺν ὄξει καταπλασσομένη, [ἢ] πήγανον σὺν μέλιτι καὶ στυπτηρίᾳ ὁμοίως· πίσσα ὑγρὰ σὺν ἴσῳ κηρῷ καὶ ῥητίνῃ καὶ θείῳ τακεῖσα ὡς ἔμπλαστρος· πρασίου φύλλα ἑψηθέντα σὺν ὄξει καὶ καταπλασθέντα, πτελέας φύλλα ἢ κλαδία ὁμοίως, ῥοὰ σὺν ὄξει καταχριομένη· σκαμμωνίας ὀπὸς ἑψηθεὶς σὺν ὄξει, ἄχρις ἂν μελιτώδης γένηται, καταχριόμενος·

σκόροδον σὺν μέλιτι ὁμοίως, στρουθίου ῥίζα σὺν ἀλφίτῳ καὶ ὄξει καταπλασσομένη, στυπτηρία κεκαυμένη σὺν κράμβης χυλῷ 〈ἢ〉 ὑγρὰ ἑψηθεῖσα σὺν μέλιτι καταχριομένη· τιθυμάλλου ὀπὸς καταχριόμενος, τρὺξ οἴνου κεκαυμένη μετὰ συκῆς ἀφεψήματος καταχριομένη, χελιδονίου τοῦ μικροῦ ῥίζα καταπλασθεῖσα, γογγυλὶς λεία ἐπιτιθεμένη·

ἰτέας φύλλα κεκαυμένα καὶ μεθ’ ὕδατος ἐπιπλασσόμενα, ἀγχούσης φύλλα λεῖα κεκαυμένα, ἄγχουσα ἀναλημφθεῖσα βουτύρῳ, θεῖον ἄπυρον, [ἢ] μελάνθιον, ταυροκόλλα σὺν ὄξει καταχριομένη, Ἀμμωνιακὸν σὺν ὄξει ὁμοίως· ἀμύγδαλα πικρὰ σὺν ὄξει ἐπιτιθέμενα, χαλκῖτις ὠμὴ μετὰ κυπρίνης κηρωτῆς, μελίας φλοιὸς καεὶς σὺν ἰρίνῳ ἢ κεδρίᾳ, πρόπολις ἐπιτιθεμένη ὡς ἔμπλαστρος.