Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(119)τοὺς δὲ μέλανας ἀλφοὺς ὁμόχρους ποιεῖ γῆ Μηλία καταχριομένη, ἐλλέβορος λευκὸς καὶ μέλας ἑψηθεὶς μετ’ ὄξους καὶ σμώμενος, κοχλίας χερσαῖος καεὶς σὺν μέλιτι καταχριόμενος· κρομύου χυλὸς σὺν ὄξει, κρίνου ῥίζα σμωμένη, κυάμινον ἄλευρον ὁμοίως, κύμινον ἄγριον σὺν ὄξει, κάχρυ ὁμοίως· μυροβάλανος ἐν οἴνῳ, ἢ ναρκίσσου ῥίζα σὺν κνίδης σπέρματι καὶ ὄξει, σηπίας ὄστρακον σὺν ὄξει, ἢ σικύου ἀγρίου ῥίζα σμωμένη, τηλέφιον σὺν ὄξει καταχριόμενον, χονδρίλης ῥίζα σὺν νίτρῳ κοπεῖσα ἐν σμήγματι· λιθάργυρος, ἀρσενικόν, θεῖον, ἴσα μετ’ ἐλαίου ἐν βαλανείῳ σμώμενα.