Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(118)ἀλφοὺς δὲ λευκοὺς καὶ λεύκας αἴρει ἐν ἡλίῳ καταχριόμενα ἢ σμώμενα ἐν βαλανείῳ· δρακοντίου χυλός, ἄρου ῥίζα σὺν ὄξει καὶ ἀλεύρῳ κριθίνῳ, καππάρεως χυλὸς ὁμοίως, πήγανον σὺν κηρωτῇ καὶ πεπέρει, συκῆς μελαίνης κράδαι καὶ ἀκρεμόνες ἁπαλαὶ λεῖαι καταπλασθεῖσαι, καὶ τὰ φύλλα δὲ ὁμοίως· τεύτλου φύλλα καὶ ἡ ῥίζα καταπλασθεῖσα, τηλεφίου φύλλα καταπλασσόμενα ἐπὶ μῆνας γ′, ἑκάστης ἡμέρας ἐπὶ ὅρας ϙ′·

ἀφαιρῶν δὲ ὠμῇ λύσει κατάπλασσε· ἄγνου σπέρμα λεῖον μετὰ ἀφρονίτρου καὶ ὄξους, ἀλθαίας σπέρμα ὁμοίως, ἀλκυόνιον σὺν ὄξει, βρυωνίας ῥίζα λευκῆς καὶ μελαίνης ἑψηθεῖσα σὺν ἐλαίῳ μέχρι χυλώσεως, ἀσφοδέλου ῥίζης χυλός. βάλανος μυρεψικὴ καταχριομένη, βολβοὶ λεῖοι σὺν ὀπτῷ νίτρῳ σμώμενοι καὶ καθ’ ἑαυτοὺς καταπλασσόμενοι·

ἐλλέβορος λευκὸς ἑψηθεὶς σὺν ὄξει καὶ σμηχόμενος καὶ ξηρὸς παρατριβόμενος μέχρις ἀνιδρώσεως, εἶτα καταχρίειν δεῖ σανδαράκῃ καὶ γῇ Μηλίᾳ χαμαιλέοντος

μέλανος ῥίζα μετὰ θείου καὶ νίτρου καὶ ὄξους· δεῖ δὲ προεκνιτρῶσαι τοὺς τόπους· ἢ λιθαργύρου μέρη β′, θείου 〈ἀπύρου〉 μέρος α′, μείξας ἀνάτριβε ἐν βαλανείῳ, καὶ μετὰ τὸ λούσασθαι κατάχριε λιθαργύρῳ μετὰ εὐζώμου χυλοῦ.